1_chronicles_12:40:lxx
καὶ οἱ ὁμοροῦντες αὐτοῖς ἕως Ισσαχαρ καὶ Ζαβουλων καὶ Νεφθαλι ἔφερον αὐτοῖς ἐπὶ τῶν καμήλων καὶ τῶν ὄνων καὶ τῶν ἡμιόνων καὶ ἐπὶ τῶν μόσχων βρώματα ἄλευρα παλάθας σταφίδας οἶνον καὶ ἔλαιον μόσχους καὶ πρόβατα εἰς πλῆθος ὅτι εὐφροσύνη ἐν Ισραηλ
1_chronicles_12/40/lxx.txt · Last modified: by 127.0.0.1
