User Tools

Site Tools


joshua_21:42:lxx

κύκλῳ τῶν πόλεων τούτων πόλις καὶ τὰ περισπόρια κύκλῳ τῆς πόλεως πάσαις ταῖς πόλεσιν ταύταις καὶ συνετέλεσεν Ἰησοῦς διαμερίσας τὴν γῆν ἐν τοῖς ὁρίοις αὐτῶν καὶ ἔδωκαν οἱ υἱοὶ Ισραηλ μερίδα τῷ Ἰησοῖ κατὰ πρόσταγμα κυρίου ἔδωκαν αὐτῷ τὴν πόλιν ἣν ᾐτήσατο τὴν Θαμνασαραχ ἔδωκαν αὐτῷ ἐν τῷ ὄρει Εφραιμ καὶ ᾠκοδόμησεν Ἰησοῦς τὴν πόλιν καὶ ᾤκησεν ἐν αὐτῇ καὶ ἔλαβεν Ἰησοῦς τὰς μαχαίρας τὰς πετρίνας ἐν αἷς περιέτεμεν τοὺς υἱοὺς Ισραηλ τοὺς γενομένους ἐν τῇ ὁδῷ ἐν τῇ ἐρήμῳ καὶ ἔθηκεν αὐτὰς ἐν Θαμνασαραχ

joshua_21/42/lxx.txt · Last modified: by 127.0.0.1